Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·
  2. ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
  3. χάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε,
  4. μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
  5. μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.
  6. ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·
  7. ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
  8. πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
  9. οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών,
  10. οὐδʼ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·
  11. κἀγὼ γὰρ ἦ ποτʼ, ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι,
  12. τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο.
  13. ἀλλʼ, ὦ φίλον γένειον, αἰδέσθητί με,
  14. οἴκτιρον· ἐλθὼν δʼ εἰς Ἀχαιικὸν στρατὸν
  15. παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος
  16. γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
  17. βωμῶν ἀποσπάσαντες, ἀλλʼ ᾠκτίρατε.
  18. νόμος δʼ ἐν ὑμῖν τοῖς τʼ ἐλευθέροις ἴσος
  19. καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.