Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων
- ἐς τήνδʼ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
- ἀλλʼ οὐδὲν αὐτὸν ἥδε γʼ εἴργασται κακόν.
- Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα·
- κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τʼ ἄγει.
- εἰ δʼ αἰχμαλώτων χρή τινʼ ἔκκριτον θανεῖν
- κάλλει θʼ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·
- ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
- ἀδικοῦσά θʼ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.
- τῷ μὲν δικαίῳ τόνδʼ ἁμιλλῶμαι λόγον·
- ἃ δʼ ἀντιδοῦναι δεῖ σʼ ἀπαιτούσης ἐμοῦ,
- ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς
- καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·
- ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
- χάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε,
- μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
- μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.
- ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·
- ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
- πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.