Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.
- ἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί;
- μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν.
- ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;
- ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν.
- ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός;
- ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
- τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
- πολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν.
- οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
- ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
- δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ;
- ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρους
- ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,
- οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
- ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
- ἀτὰρ τί δὴ σόφισμα τοῦθʼ ἡγούμενοι
- ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
- πότερα τὸ χρῆν σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖν
- πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;