Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας·
- ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυται
- ψυχή, πατρῴα θʼ ἑστία κατεσκάφη,
- αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει
- σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,
- κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν
- ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸς
- μεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
- κεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλῳ,
- πολλοῖς διαύλοις κυμάτων φορούμενος,
- ἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίλης
- Ἑκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν,
- τριταῖον ἤδη φέγγος αἰωρούμενος,
- ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ
- μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.
- πάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι
- θάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρῃκίας χθονός·
- ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
- κατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν,
- πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·