Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. αἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην
  2. τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.
  3. καὶ τεύξεται τοῦδʼ, οὐδʼ ἀδώρητος φίλων
  4. ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δʼ ἄγει
  5. θανεῖν ἀδελφὴν τῷδʼ ἐμὴν ἐν ἤματι.
  6. δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται
  7. μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.
  8. φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,
  9. δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.
  10. τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην
  11. τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.
  12. τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν
  13. ἔσται· γεραιᾷ δʼ ἐκποδὼν χωρήσομαι
  14. Ἑκάβῃ· περᾷ γὰρ ἥδʼ ὑπὸ σκηνῆς πόδα
  15. Ἀγαμέμνονος, φάντασμα δειμαίνουσʼ ἐμόν.
  16. φεῦ·
  17. ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων
  18. δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς
  19. ὅσονπερ εὖ ποτʼ· ἀντισηκώσας δέ σε
  20. φθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας.