Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- [*](τὰ τοῦ δράματος πρόσωπατὰ τοῦ δράματος πρόσωπαΠολυδώρου εἴδωλονἙκάβηΧορός Αἰχμαλωτίδων ΓυναικώνΠολυξένηὈδυσσεύςΤαλθύβιοςΘεράπαιναἈγαμέμνωνΠολυμήστωρ)
Πολυδώρου εἴδωλον - Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
- λιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν,
- Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως
- Πριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλιν
- κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,
- δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς
- Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,
- ὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκα
- σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
- πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ
- πατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι,
- τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
- νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆς
- ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα
- οὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι.
- ἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματα
- πύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς
- Ἕκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
- καλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ