Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
  2. ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς,
  3. ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων,
  4. κήρυσσε θεοὺς τούς τʼ οὐρανίδας
  5. τούς θʼ ὑπὸ γαῖαν.
  6. ἢ γάρ σε λιταὶ διακωλύσουσʼ
  7. ὀρφανὸν εἶναι παιδὸς μελέας,
  8. ἢ δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆ
  9. φοινισσομένην αἵματι παρθένον
  10. ἐκ χρυσοφόρου
  11. δειρῆς νασμῷ μελαναυγεῖ.
Ἑκάβη
  1. οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω;
  2. ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
  3. δειλαία δειλαίου γήρως,
  4. δουλείας τᾶς οὐ τλατᾶς,
  5. τᾶς οὐ φερτᾶς; οἴμοι.
  6. τίς ἀμύνει μοι; ποία γέννα,
  7. ποία δὲ πόλις; φροῦδος πρέσβυς,
  8. φροῦδοι παῖδες.
  9. ποίαν ἢ ταύταν ἢ κείναν