Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. στείχω; ποῖ δʼ ἥσω; ποῦ τις θεῶν
  2. ἢ δαιμόνων ἐπαρωγός;
  3. ὦ κάκʼ ἐνεγκοῦσαι,
  4. Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαι
  5. πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος
  6. ἀγαστὸς ἐν φάει.
  7. ὦ τλάμων ἅγησαί μοι πούς,
  8. ἅγησαι τᾷ γηραιᾷ
  9. πρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ,
  10. δυστανοτάτας ματέρος — ἔξελθʼ ἔξελθʼ
  11. οἴκων — ἄιε ματέρος αὐδάν.
  12. ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν
  13. ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
Πολυξένη
  1. ἰώ·
  2. μᾶτερ μᾶτερ τί βοᾷς; τί νέον
  3. καρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνιν
  4. θάμβει τῷδʼ ἐξέπταξας;
Ἑκάβη
  1. οἴμοι τέκνον.
Πολυξένη
  1. τί με δυσφημεῖς; φροίμιά μοι κακά.
Ἑκάβη
  1. αἰαῖ σᾶς ψυχᾶς.