Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν,
- δισσῶν μύθων ῥήτορες ἦσαν·
- γνώμῃ δὲ μιᾷ συνεχωρείτην,
- τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
- αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
- λέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείας
- πρόσθεν θήσειν ποτὲ λόγχης.
- σπουδαὶ δὲ λόγων κατατεινομένων
- ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων
- κόπις ἡδυλόγος δημοχαριστὴς
- Λαερτιάδης πείθει στρατιὰν
- μὴ τὸν ἄριστον Δαναῶν πάντων
- δούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν,
- μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃ
- στάντα φθιμένων
- ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
- τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
- Τροίας πεδίων ἀπέβησαν.
- ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
- πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν