Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος;
- κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
- πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
- αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.
- ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;
- κύων γενήσῃ πύρσʼ ἔχουσα δέργματα.
- πῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
- ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.
- σοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
- οὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλῳ.
- θανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βίον;
- θανοῦσα· τύμβῳ δʼ ὄνομα σῷ κεκλήσεται —
- μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς;
- κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
- οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.
- καὶ σήν γʼ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.
- ἀπέπτυσʼ· αὐτῷ ταῦτα σοὶ δίδωμʼ ἔχειν.
- κτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά.
- μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.