Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω.
- οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;
- κτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει.
- οὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;
- ἀλγεῖς ἀκούων;
- οὐκ ἐφέξετε στόμα;
- ἐγκλῄετʼ· εἴρηται γάρ.
- οὐχ ὅσον τάχος
- νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που,
- ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
- Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺς
- στείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼν
- σκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰς
- πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.
- εὖ δʼ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
- ἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.
- ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,
- τῶν δεσποσύνων πειρασόμεναι
- μόχθων· στερρὰ γὰρ ἀνάγκη.