Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει,
- πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε.
- ἐμοὶ δʼ, ἵνʼ εἰδῇς, οὔτʼ ἐμὴν δοκεῖς χάριν
- οὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον,
- ἀλλʼ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.
- λέγεις δὲ σαυτῷ πρόσφορʼ ἐν κακοῖσιν ὤν.
- τάχʼ οὖν παρʼ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν·
- ἡμῖν δέ γʼ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
- πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
- οὐκ ἂν δυναίμην. ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰ
- πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
- οἴμοι, γυναικός, ὡς ἔοιχʼ, ἡσσώμενος
- δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.
- οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
- οἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν, τάλας.
- ἀλγεῖς· τί δʼ; ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
- χαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ;
- οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;
- ἀλλʼ οὐ τάχʼ, ἡνίκʼ ἄν σε ποντία νοτὶς —