Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. σὺ δʼ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
  2. τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτʼ ἐν δόμοις.
  3. καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφειν
  4. σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·
  5. ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
  6. φίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους.
  7. εἰ δʼ ἐσπάνιζες χρημάτων, ὃ δʼ εὐτύχει,
  8. θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας·
  9. νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῷ φίλον,
  10. χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοί,
  11. αὐτός τε πράσσεις ὧδε. σοὶ δʼ ἐγὼ λέγω,
  12. Ἀγάμεμνον, εἰ τῷδʼ ἀρκέσεις, κακὸς φανῇ·
  13. οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
  14. οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·
  15. αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν
  16. τοιοῦτον ὄντα --- δεσπότας δʼ οὐ λοιδορῶ.
Χορός
  1. φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα
  2. χρηστῶν ἀφορμὰς ἐνδίδωσʼ ἀεὶ λόγων.
Ἀγαμέμνων
  1. ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,