Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ἢ συγγενὴς ὤν, ἢ τίνʼ αἰτίαν ἔχων;
- ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
- πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;
- ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
- ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
- ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτʼ εὐτύχει
- Τροία, πέριξ δὲ πύργος εἶχʼ ἔτι πτόλιν,
- ἔζη τε Πρίαμος Ἕκτορός τʼ ἤνθει δόρυ,
- τί δʼ οὐ τότʼ, εἴπερ τῷδʼ ἐβουλήθης χάριν
- θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
- ἔκτεινας ἢ ζῶντʼ ἦλθες Ἀργείοις ἄγων;
- ἀλλʼ ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἐσμὲν ἐν φάει —
- καπνῷ δʼ ἐσήμηνʼ ἄστυ — πολεμίων ὕπο,
- ξένον κατέκτας σὴν μολόντʼ ἐφʼ ἑστίαν.
- πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.
- χρῆν σʼ, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,
- τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδʼ ἔχειν
- δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον
- πολὺν πατρῴας γῆς ἀπεξενωμένοις·