Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδʼ ἔχειν
- δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον
- πολὺν πατρῴας γῆς ἀπεξενωμένοις·
- σὺ δʼ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
- τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτʼ ἐν δόμοις.
- καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφειν
- σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·
- ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
- φίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους.
- εἰ δʼ ἐσπάνιζες χρημάτων, ὃ δʼ εὐτύχει,
- θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας·
- νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῷ φίλον,
- χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοί,
- αὐτός τε πράσσεις ὧδε. σοὶ δʼ ἐγὼ λέγω,
- Ἀγάμεμνον, εἰ τῷδʼ ἀρκέσεις, κακὸς φανῇ·
- οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
- οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·
- αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν
- τοιοῦτον ὄντα --- δεσπότας δʼ οὐ λοιδορῶ.
- φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα