Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλον
  2. τὸ βάρβαρον γένοιτʼ ἂν Ἕλλησιν γένος
  3. οὐδʼ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
  4. πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ
  5. ἢ συγγενὴς ὤν, ἢ τίνʼ αἰτίαν ἔχων;
  6. ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
  7. πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;
  8. ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
  9. ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
  10. ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτʼ εὐτύχει
  11. Τροία, πέριξ δὲ πύργος εἶχʼ ἔτι πτόλιν,
  12. ἔζη τε Πρίαμος Ἕκτορός τʼ ἤνθει δόρυ,
  13. τί δʼ οὐ τότʼ, εἴπερ τῷδʼ ἐβουλήθης χάριν
  14. θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
  15. ἔκτεινας ἢ ζῶντʼ ἦλθες Ἀργείοις ἄγων;
  16. ἀλλʼ ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἐσμὲν ἐν φάει —
  17. καπνῷ δʼ ἐσήμηνʼ ἄστυ — πολεμίων ὕπο,
  18. ξένον κατέκτας σὴν μολόντʼ ἐφʼ ἑστίαν.
  19. πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.
  20. χρῆν σʼ, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,