Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. χρηστῶν ἀφορμὰς ἐνδίδωσʼ ἀεὶ λόγων.
Ἀγαμέμνων
  1. ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,
  2. ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει,
  3. πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε.
  4. ἐμοὶ δʼ, ἵνʼ εἰδῇς, οὔτʼ ἐμὴν δοκεῖς χάριν
  5. οὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον,
  6. ἀλλʼ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.
  7. λέγεις δὲ σαυτῷ πρόσφορʼ ἐν κακοῖσιν ὤν.
  8. τάχʼ οὖν παρʼ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν·
  9. ἡμῖν δέ γʼ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
  10. πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
  11. οὐκ ἂν δυναίμην. ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰ
  12. πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
Πολυμήστωρ
  1. οἴμοι, γυναικός, ὡς ἔοιχʼ, ἡσσώμενος
  2. δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.
Ἀγαμέμνων
  1. οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
Πολυμήστωρ
  1. οἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν, τάλας.
Ἑκάβη
  1. ἀλγεῖς· τί δʼ; ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
Πολυμήστωρ
  1. χαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ;
Ἑκάβη
  1. οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;