Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.
- πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσʼ ἐπίφθονοι,
- αἳ δʼ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.
- Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
- τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·
- ἀλλʼ, εἴτε χρήστʼ ἔδρασε, χρήστʼ ἔδει λέγειν,
- εἴτʼ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,
- καὶ μὴ δύνασθαι τἄδικʼ εὖ λέγειν ποτέ.
- σοφοὶ μὲν οὖν εἰσʼ οἱ τάδʼ ἠκριβωκότες,
- ἀλλʼ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
- κακῶς δʼ ἀπώλοντʼ· οὔτις ἐξήλυξέ πω.
- καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει·
- πρὸς τόνδε δʼ εἶμι καὶ λόγοις ἀμείψομαι·
- ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
- Ἀγαμέμνονός θʼ ἕκατι παῖδʼ ἐμὸν κτανεῖν.
- ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλον
- τὸ βάρβαρον γένοιτʼ ἂν Ἕλλησιν γένος
- οὐδʼ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
- πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ