Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,
- γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα
- Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
- κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
- λεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸν
- Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
- Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον
- λόγῳ με τοιῷδʼ ἤγαγʼ, ὡς κεκρυμμένας
- θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ
- χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μʼ εἰσάγει
- δόμους, ἵνʼ ἄλλος μή τις εἰδείη τάδε.
- ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ·
- πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,
- αἳ δʼ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι
- θάκους ἔχουσαι, κερκίδʼ Ἠδωνῆς χερὸς
- ᾔνουν, ὑπʼ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·
- ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι
- γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος.
- ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
- τέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς