Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·
- κᾆτʼ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτων
- εὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲν
- κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην
- ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
- καὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς,
- εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,
- κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
- πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
- τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
- ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων,
- πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας
- κεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγας
- φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ
- θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
- ἅπαντʼ ἐρευνῶν τοῖχον ὡς κυνηγέτης
- βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν
- πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,
- Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
- εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς