Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν
  2. ἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως.
Ἀγαμέμνων
  1. τί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει;
  2. σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον;
Πολυμήστωρ
  1. ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;
  2. σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν
  3. διασπάσωμαι καὶ καθαιμάξω χρόα.
Ἀγαμέμνων
  1. οὗτος, τί πάσχεις;
Πολυμήστωρ
  1. πρὸς θεῶν σε λίσσομαι,
  2. μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.
Ἀγαμέμνων
  1. ἴσχʼ· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον
  2. λέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρει
  3. κρίνω δικαίως ἀνθʼ ὅτου πάσχεις τάδε.
Πολυμήστωρ
  1. λέγοιμʼ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,
  2. Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
  3. πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
  4. ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.
  5. τοῦτον κατέκτεινʼ· ἀνθʼ ὅτου δʼ ἔκτεινά νιν,
  6. ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
  7. ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς