Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ποῖ τράπωμαι, ποῖ πορευθῶ;
- ἀμπτάμενος οὐράνιον
- ὑψιπετὲς ἐς μέλαθρον,
- Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-
- σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα
- μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
- συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ
- πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
- κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος
- πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν
- Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν
- πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
- φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
- ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
- φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν;
- ἔα·
- Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;
- τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας,
- παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον
- σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.