Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν
- Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν
- πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
- φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
- ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
- φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν;
- ἔα·
- Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;
- τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας,
- παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον
- σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
- Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν
- ἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως.
- τί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει;
- σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον;
- ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;
- σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν
- διασπάσωμαι καὶ καθαιμάξω χρόα.
- οὗτος, τί πάσχεις;