Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- πρὸς θεῶν σε λίσσομαι,
- μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.
- ἴσχʼ· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον
- λέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρει
- κρίνω δικαίως ἀνθʼ ὅτου πάσχεις τάδε.
- λέγοιμʼ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,
- Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
- πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
- ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.
- τοῦτον κατέκτεινʼ· ἀνθʼ ὅτου δʼ ἔκτεινά νιν,
- ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
- ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς
- Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,
- γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα
- Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
- κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
- λεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸν
- Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
- Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον