Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια.
- δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.
- αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο-
- πλον εὔιππον Ἄρει κάτοχον γένος.
- ἰὼ Ἀχαιοί. — ἰὼ Ἀτρεῖδαι. — βοὰν βοὰν ἀυτῶ, βοάν.
- ὢ ἴτε· μόλετε πρὸς θεῶν.
- κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;
- γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ
- δεινὰ πεπόνθαμεν.
- ὤμοι ἐμᾶς λώβας.
- ποῖ τράπωμαι, ποῖ πορευθῶ;
- ἀμπτάμενος οὐράνιον
- ὑψιπετὲς ἐς μέλαθρον,
- Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-
- σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα
- μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
- συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ
- πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
- κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος