Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
- ἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε,
- φέγγος ἐπαλλάξας.
- ἆ ἆ,
- σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι
- τάνδε γυναικῶν. πᾷ πόδʼ ἐπᾴξας
- σαρκῶν ὀστέων τʼ ἐμπλησθῶ,
- θοίναν ἀγρίων θηρῶν τιθέμενος,
- ἀρνύμενος λώβαν
- λύμας ἀντίποινʼ ἐμᾶς; ὦ τάλας.
- ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼν
- Βάκχαις Ἅιδου διαμοιρᾶσαι,
- σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή-
- μερον τʼ οὐρείαν ἐκβολάν;
- πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ,
- ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον
- φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
- τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
- ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά·