Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,
  2. δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;
Ἑκάβη
  1. ὄψῃ νιν αὐτίκʼ ὄντα δωμάτων πάρος
  2. τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί,
  3. παίδων τε δισσῶν σώμαθʼ, οὓς ἔκτεινʼ ἐγὼ
  4. σὺν ταῖς ἀρίσταις Τρῳάσιν· δίκην δέ μοι
  5. δέδωκε. χωρεῖ δʼ, ὡς ὁρᾷς, ὅδʼ ἐκ δόμων.
  6. ἀλλʼ ἐκποδὼν ἄπειμι κἀποστήσομαι
  7. θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.
Πολυμήστωρ
  1. ὤμοι ἐγώ, πᾷ βῶ,
  2. πᾷ στῶ, πᾷ κέλσω;
  3. τετράποδος βάσιν θηρὸς ὀρεστέρου
  4. τιθέμενος ἐπίχειρα κατʼ ἴχνος; ποίαν
  5. ἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰς
  6. ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,
  7. αἵ με διώλεσαν;
  8. τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
  9. ὦ κατάρατοι,
  10. ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;