Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
- Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·
- ὀλέθριον ὀλέθριον κακόν.
- ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν
- θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·
- ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
- ἔσωθεν
- ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.
- — ἠκούσατʼ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;
- ὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς.
- — φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά.
- ἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί·
- βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς.
- — ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
- — βούλεσθʼ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ
- Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.
- ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·
- οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,
- οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτεινʼ ἐγώ.