Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψασʼ ἔχεις;
- σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.
- ποῦ δʼ; αἵδʼ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.
- ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.
- τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;
- οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλʼ ἡμεῖς μόναι.
- ἀλλʼ ἕρπʼ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν
- λῦσαι ποθοῦσιν οἴκαδʼ ἐκ Τροίας πόδα·
- ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν
- ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.
- οὔπω δέδωκας, ἀλλʼ ἴσως δώσεις δίκην·
- ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν
- λέχριος ἐκπεσῇ φίλας καρδίας,
- ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
- Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·
- ὀλέθριον ὀλέθριον κακόν.
- ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν
- θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·
- ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
- ἔσωθεν