Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
- χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
- σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.
- σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον.
- ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
- οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
- οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
- ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ —
- τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών;
- χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
- ταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;
- μάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
- τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;
- ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι.
- καλῶς ἔλεξας· τῇδε καὶ σοφώτερον.
- οἶσθʼ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;
- ἐνταῦθʼ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί;
- μέλαινα πέτρα γῆς ὑπερτέλλουσʼ ἄνω.
- ἔτʼ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;
- σῶσαί σε χρήμαθʼ οἷς συνεξῆλθον θέλω.