Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί.
- τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς
- οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.
- νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς
- μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.
- ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων,
- μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις,
- ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼν
- Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν.
- θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέως
- μηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε.
- τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη
- βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου
- πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,
- τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.
- ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν
- μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,
- δείξει γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ.
- πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην
- ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις