Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας,
- ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς
- κακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν ἐμήν.
- ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν
- δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα.
- ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον
- καὶ πόντιε κυανέαις ἵπποις διφρεύ-
- ων ἅλιον πέλαγος,
- τίνος οὕνεκ’ ἄτιμον ὀργᾶς
- ἃν χέρα τεκτοσύνας Ἐ-
- νυαλίῳ δοριμήστορι προσθέν-
- τες τάλαιναν τάλαι-
- ναν μεθεῖτε Τροίαν;
- πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους
- ὄχους
- ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ-
- λας ἔθετ’ ἀστεφάνους·
- ἀπὸ δὲ φθίμενοι βεβᾶσιν
- Ἰλιάδαι βασιλῆες,
- οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί-