Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,
- εἰ δ’ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον,
- πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’. ἐμὴ γὰρ οὖσα πρὶν
- σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ,
- ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν ὁρίσματα
- γυναῖκ’ ἐμοί σε δοὺς ὑπέσχεθ’ ὕστερον
- τῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’ εἰ πέρσοι πόλιν.
- ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν γόνος,
- σῷ μὲν συνέγνων πατρί, τὸν δ’ ἐλισσόμην
- γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας
- καὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂν
- γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥᾳδίως,
- φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς.
- ὃ δ’ ἦν ὑβριστὴς εἴς τ’ ἐμῆς μητρὸς φόνον
- τάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.
- κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν
- ἤλγουν μὲν ἤλγουν, συμφοραῖς δ’ ἠνειχόμην,
- σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων.
- νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας
- καὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’ ἀμηχανεῖς,