Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
  2. πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
  3. γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
  4. ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
  5. ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
  6. πολλαὶ δὲ μαργότητι --- κἀντεῦθεν δόμοι
  7. νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετε
  8. κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·
  9. ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
  10. δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.
Χορός
  1. ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.
  2. συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼν
  3. κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.
Ὀρέστης
  1. σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς
  2. λόγους ἀκούειν τῶν ἐναντίων πάρα.
  3. ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων
  4. ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος,
  5. φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖς
  6. εἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος φόνῳ
  7. γυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις.