Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,
  2. μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος
  3. Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
  4. κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν
  5. νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
  6. πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;
  7. κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν,
  8. αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·
  9. Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
  10. δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
  11. μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις
  12. βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη.
  13. κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
  14. σοφῶν πανούργων ποικίλων λαλημάτων,
  15. ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν
  16. πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
  17. πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν·
  18. παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
  19. ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
  20. ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ—