Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
- παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;
- τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.
- ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
- τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
- κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη.
- τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην.
- μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;
- φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
- κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο;
- γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
- σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;
- πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.
- κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
- αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.
- συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
- ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν;
- ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον,
- πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω
- ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε