Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν
  2. ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;
Τροφός
  1. ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;
Ἑρμιόνη
  1. οἴμοι πότμου.
  2. ποῦ μοι πυρὸς φίλα φλόξ;
  3. ποῦ δ’ εἰς πέτρας ἀερθῶ,
  4. ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων,
  5. ἵνα θανοῦσα νερτέροισιν μέλω;
Τροφός
  1. τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
  2. πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.
Ἑρμιόνη
  1. ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
  2. ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας.
  3. —ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω
  4. νυμφιδίῳ στέγᾳ.
  5. τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
  6. ἢ δούλα δούλας γόνασι προσπέσω;
  7. Φθιάδος ἐκ γᾶς
  8. κυανόπτερος ὄρνις εἴθ’ εἴην,
  9. ἢ πευκᾶεν
  10. σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς