Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἰώ μοί μοι·
  2. σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ-
  3. μύγματα θήσομαι.
Τροφός
  1. ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
Ἑρμιόνη
  1. αἰαῖ αἰαῖ·
  2. ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο,
  3. λεπτόμιτον φάρος.
Τροφός
  1. τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
Ἑρμιόνη
  1. τί δέ με δεῖ στέρνα
  2. καλύπτειν πέπλοις; δῆλα καὶ
  3. ἀμφιφανῆ καὶ ἄκρυπτα δε-
  4. δράκαμεν πόσιν.
Τροφός
  1. ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
Ἑρμιόνη
  1. κατὰ μὲν οὖν στένω
  2. δαΐας τόλμας, ἂν ἔρεξ’·
  3. ὦ κατάρατος ἐγὼ κατά-
  4. ρατος ἀνθρώποις.
Τροφός
  1. συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.
Ἑρμιόνη
  1. τί μοι ξίφος
  2. ἐκ χερὸς ἠγρεύσω;