Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πρωτόπλοος πλάτα.
- ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα,
- ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες,
- οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν.
- οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
- φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
- οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
- ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
- ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.
- πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,
- προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν.
- ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων
- πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς,
- πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον.
- καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος
- σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.
- ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως
- παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
- ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;
- Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,