Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα,
- οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
- καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
- πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
- ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ,
- ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν.
- μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
- εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς
- ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
- οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
- ἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖν
- δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι·
- ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
- θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων
- φίλων νέοι μολόντες εὐπιθέστεροι.
- καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν
- βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
- δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει
- πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ
- φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.