Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν.
- ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,
- ἐν δὲ χρόνῳ τελέθει
- ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων.
- ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν,
- μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις
- καὶ πόλει δύνασθαι.
- ὦ γέρον Αἰακίδα,
- πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-
- ρων ὁμιλῆσαι δορὶ
- κλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰν
- ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων
- κλεινὰν ἐπὶ ναυστολίαν,
- Ἰλιάδα τε πόλιν ὅτε πάρος
- εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ,
- κοινὰν τὰν εὔκλειαν ἔχοντ’
- Εὐρώπαν ἀφικέσθαι.
- ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ
- διάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται.
- δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω,