Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,
  2. μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον.
Πηλεύς
  1. οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·
  2. χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα
  3. ψαύσει. θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου
  4. πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·
  5. ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,
  6. ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον
  7. τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
  8. πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖ
  9. κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν;
Χορός
  1. μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν
  2. εἴην πολυκτήτων τε δόμων μέτοχος.
  3. εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς
  4. οὐ σπάνις εὐγενέταις,
  5. κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτων
  6. τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν
  7. ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ
  8. καὶ θανοῦσι λάμπει.
Χορός
  1. κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν