Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω
  2. στρατηλατήσας χὑποχείριον λαβεῖν.
  3. ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,
  4. ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς
  5. γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
  6. κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ
  7. σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται·
  8. θυμούμενος δὲ τεύξεται θυμουμένων,
  9. ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται.
  10. τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω·
  11. σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,
  12. ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.
Πηλεύς
  1. ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς,
  2. σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου
  3. τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.
Ἀνδρομάχη
  1. ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,
  2. σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
  3. ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
  4. πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
  5. γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ