Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,
- τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.
- οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν;
- γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίαν
- λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.
- Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν,
- καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·
- ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες
- ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία
- πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
- εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ
- γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
- οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
- ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν·
- ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία
- μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.
- παύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε·
- λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα.
- οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται·
- ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,