Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα,
  2. Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος.
  3. καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος
  4. καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,
  5. τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.
  6. ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον,
  7. κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι.
  8. καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·
  9. ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄπο
  10. βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος
  11. στήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένος
  12. Ἕλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ
  13. μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς;
  14. κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν
  15. δούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε,
  16. σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ
  17. τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;
  18. καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει
  19. ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ
  20. γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.