Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,
  2. ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,
  3. ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ,
  4. οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.
  5. σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν
  6. φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·
  7. οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,
  8. εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα.
  9. ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι
  10. Τροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ,
  11. μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.
  12. δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν
  13. ἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε,
  14. εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης
  15. καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς
  16. ἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης·
  17. ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
  18. τίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα.
  19. ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
  20. ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;