Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,
  2. τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.
  3. οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν;
  4. γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίαν
  5. λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.
  6. Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν,
  7. καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·
  8. ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες