Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία
  2. πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
  3. εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ
  4. γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
  5. οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
  6. ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν·
  7. ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία
  8. μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.