Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς;
- κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν
- δούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε,
- σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ
- τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;
- καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει
- ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ
- γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.