Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,
- κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι
- ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ,
- νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.
- ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς
- πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον
- γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ.
- σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα
- γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν
- ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.
- τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί,
- καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;
- ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,
- κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις
- ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον,
- ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς
- ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί
- οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα
- πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,
- τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.